2.377 δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ .
2.378 αὐτὰρ ἐπεί ῥʹ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
2.379 αὐτίκʹ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν ,
2.380 ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι .
2.381 Τηλέμαχος δʹ ἐς δώματʹ ἰὼν μνηστῆρσιν ὁμίλει .
2.382 ἔνθʹ αὖτʹ ἄλλʹ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη .
2.383 Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ ,
2.384 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον ,
2.385 ἑσπερίους δʹ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει .
2.386 δʹ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
2.387 ᾔτεε νῆα θοήν · δέ οἱ πρόφρων ὑπέδεκτο .
2.388 δύσετό τʹ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί ,
2.389 καὶ τότε νῆα θοὴν ἅλαδʹ εἴρυσε , πάντα δʹ ἐν αὐτῇ
2.390 ὅπλʹ ἐτίθει , τά τε νῆες ἐύσσελμοι φορέουσι .
2.391 στῆσε δʹ ἐπʹ ἐσχατιῇ λιμένος , περὶ δʹ ἐσθλοὶ ἑταῖροι
2.392 ἁθρόοι ἠγερέθοντο · θεὰ δʹ ὤτρυνεν ἕκαστον .
2.393 ἔνθʹ αὖτʹ ἄλλʹ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη .
2.394 βῆ ῤʹ ἰέναι πρὸς δώματʹ Ὀδυσσῆος θείοιο ·
2.395 ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε ,
2.396 πλάζε δὲ πίνοντας , χειρῶν δʹ ἔκβαλλε κύπελλα .
2.397 οἱ δʹ εὕδειν ὤρνυντο κατὰ πτόλιν , οὐδʹ ἄρʹ ἔτι δὴν
2.398 ἥατʹ , ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν .
2.399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
2.400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων ,
2.401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ·
2.402 Τηλέμαχʹ , ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
2.403 ἥατʹ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν ·
2.404 ἀλλʹ ἴομεν , μὴ δηθὰ διατρίβωμεν ὁδοῖο .
2.405 ὣς ἄρα φωνήσασʹ ἡγήσατο Παλλὰς Ἀθήνη
2.406 καρπαλίμως · δʹ ἔπειτα μετʹ ἴχνια βαῖνε θεοῖο .
2.407 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλυθον