2.349 ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
2.350 ἡδύν , ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
2.351 κεῖνον ὀιομένη τὸν κάμμορον , εἴ ποθεν ἔλθοι
2.352 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας .
2.353 δώδεκα δʹ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας .
2.354 ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν ·
2.355 εἴκοσι δʹ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς .
2.356 αὐτὴ δʹ οἴη ἴσθι · τὰ δʹ ἁθρόα πάντα τετύχθω ·
2.357 ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι , ὁππότε κεν δὴ
2.358 μήτηρ εἰς ὑπερῷʹ ἀναβῇ κοίτου τε μέδηται .
2.359 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.360 νόστον πευσόμενος πατρὸς φίλου , ἤν που ἀκούσω .
2.361 ὣς φάτο , κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια ,
2.362 καί ῥʹ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
2.363 τίπτε δέ τοι , φίλε τέκνον , ἐνὶ φρεσὶ τοῦτο νόημα
2.364 ἔπλετο ; πῇ δʹ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
2.365 μοῦνος ἐὼν ἀγαπητός ; δʹ ὤλετο τηλόθι πάτρης
2.366 διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ .
2.367 οἱ δέ τοι αὐτίκʹ ἰόντι κακὰ φράσσονται ὀπίσσω ,
2.368 ὥς κε δόλῳ φθίῃς , τάδε δʹ αὐτοὶ πάντα δάσονται .
2.369 ἀλλὰ μένʹ αὖθʹ ἐπὶ σοῖσι καθήμενος · οὐδέ τί σε χρὴ
2.370 πόντον ἐπʹ ἀτρύγετον κακὰ πάσχειν οὐδʹ ἀλάλησθαι .
2.371 τὴν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.372 θάρσει , μαῖʹ , ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή .
2.373 ἀλλʹ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι ,
2.374 πρίν γʹ ὅτʹ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται ,
2.375 αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι ,
2.376 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ .
2.377 ὣς ἄρʹ ἔφη , γρῆυς