2.319 ἔμπορος · οὐ γὰρ νηὸς ἐπήβολος οὐδʹ ἐρετάων
2.320 γίγνομαι · ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι .
2.321 ῥα , καὶ ἐκ χειρὸς χεῖρα σπάσατʹ Ἀντινόοιο
2.322 ῥεῖα · μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο .
2.323 οἱ δʹ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν .
2.324 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
2.325 μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει .
2.326 τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
2.327 γε καὶ Σπάρτηθεν , ἐπεί νύ περ ἵεται αἰνῶς ·
2.328 ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει , πίειραν ἄρουραν ,
2.329 ἐλθεῖν , ὄφρʹ ἔνθεν θυμοφθόρα φάρμακʹ ἐνείκῃ ,
2.330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ .
2.331 ἄλλος δʹ αὖτʹ εἴπεσκε νέων ὑπερηνορεόντων ·
2.332 τίς δʹ οἶδʹ , εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
2.333 τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς ;
2.334 οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν ·
2.335 κτήματα γάρ κεν πάντα δασαίμεθα , οἰκία δʹ αὖτε
2.336 τούτου μητέρι δοῖμεν ἔχειν ἠδʹ ὅς τις ὀπυίοι .
2.337 ὣς φάν , δʹ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
2.338 εὐρύν , ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
2.339 ἐσθής τʹ ἐν χηλοῖσιν ἅλις τʹ ἐυῶδες ἔλαιον ·
2.340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
2.341 ἕστασαν , ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες ,
2.342 ἑξείης ποτὶ τοῖχον ἀρηρότες , εἴ ποτʹ Ὀδυσσεὺς
2.343 οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας .
2.344 κληισταὶ δʹ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι ,
2.345 δικλίδες · ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
2.346 ἔσχʹ , πάντʹ ἐφύλασσε νόου πολυϊδρείῃσιν ,
2.347 Εὐρύκλειʹ , Ὦπος θυγάτηρ Πεισηνορίδαο .
2.348 τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας ·
2.349 μαῖʹ ,