39.3 ἀλλὰ ταῦτα μὲν ἴσως ἑτέρας δόξει πραγματείας εἶναι . Τοῦ δὲ Περικλέους ταχεῖαν αἴσθησιν καὶ σαφῆ πόθον Ἀθηναίοις ἐνειργάζετο τὰ πράγματα . καὶ γὰρ οἱ ζῶντος βαρυνόμενοι τὴν δύναμιν ὡς ἀμαυροῦσαν αὐτούς , εὐθὺς ἐκποδὼν γενομένου πειρώμενοι ῥητόρων καὶ δημαγωγῶν ἑτέρων , ἀνωμολογοῦντο μετριώτερον ἐν ὄγκῳ καὶ σεμνότερον ἐν πρᾳότητι μὴ φῦναι τρόπον . δ’ ἐπίφθονος ἰσχὺς ἐκείνη , μοναρχία λεγομένη καὶ τυραννὶς πρότερον , ἐφάνη τότε σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη · τοσαύτη φορὰ καὶ πλῆθος ἐπέκειτο κακίας τοῖς πράγμασιν , ἣν ἐκεῖνος ἀσθενῆ καὶ ταπεινὴν ποιῶν ἀπέκρυπτε καὶ κατεκώλυεν ἀνήκεστον ἐν ἐξουσίᾳ γενέσθαι .