36.1 Τὰ μὲν οὖν δημόσια ταχέως ἔμελλε παύσεσθαι , καθάπερ κέντρον εἰς τοῦτον ἅμα τῇ πληγῇ τὸν θυμὸν ἀφεικότων τῶν πολλῶν · τὰ δ’ οἰκεῖα μοχθηρῶς εἶχεν αὐτῷ , κατὰ τὸν λοιμὸν οὐκ ὀλίγους ἀποβαλόντι τῶν ἐπιτηδείων , καὶ στάσει διατεταραγμένα πόρρωθεν .
36.2 γὰρ πρεσβύτερος αὐτοῦ τῶν γνησίων υἱῶν Ξάνθιππος , φύσει τε δαπανηρὸς ὢν καὶ γυναικὶ νέᾳ καὶ πολυτελεῖ συνοικῶν , Τεισάνδρου θυγατρὶ τοῦ Ἐπιλύκου , χαλεπῶς ἔφερε τὴν τοῦ πατρὸς ἀκρίβειαν , γλίσχρα καὶ κατὰ μικρὸν αὐτῷ χορηγοῦντος .
36.3 πέμψας οὖν πρός τινα τῶν φίλων ἔλαβεν ἀργύριον ὡς τοῦ Περικλέους κελεύσαντος .
36.4 ἐκείνου δ’ ὕστερον ἀπαιτοῦντος , μὲν Περικλῆς καὶ δίκην αὐτῷ προσέλαχε , τὸ δὲ μειράκιον Ξάνθιππος ἐπὶ τούτῳ χαλεπῶς διατεθεὶς ἐλοιδόρει τὸν πατέρα , πρῶτον μὲν ἐκφέρων ἐπὶ γέλωτι τὰς οἴκοι διατριβὰς αὐτοῦ καὶ τοὺς λόγους οὓς ἐποιεῖτο μετὰ τῶν σοφιστῶν .
36.5 πεντάθλου γάρ τινος ἀκοντίῳ πατάξαντος Ἐπίτιμον τὸν Φαρσάλιον ἀκουσίως καὶ κτείναντος , ἡμέραν ὅλην ἀναλῶσαι μετὰ Πρωταγόρου διαποροῦντα , πότερον τὸ ἀκόντιον τὸν βαλόντα μᾶλλον τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθότατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι .
36.6 πρὸς δὲ τούτοις καὶ τὴν περὶ τῆς γυναικὸς διαβολὴν ὑπὸ τοῦ Ξανθίππου φησὶν Στησίμβροτος εἰς τοὺς πολλοὺς διασπαρῆναι , καὶ ὅλως ἀνήκεστον ἄχρι τῆς τελευτῆς τῷ νεανίσκῳ πρὸς τὸν πατέρα διαμεῖναι τὴν διαφοράν · ἀπέθανε γὰρ Ξάνθιππος ἐν τῷ λοιμῷ νοσήσας .
36.7 ἀπέβαλε δὲ καὶ τὴν ἀδελφὴν Περικλῆς τότε καὶ τῶν κηδεστῶν καὶ φίλων τοὺς πλείστους καὶ χρησιμωτάτους πρὸς τὴν πολιτείαν .
36.8 οὐ μὴν ἀπεῖπεν οὐδὲ προὔδωκε τὸ φρόνημα καὶ