35.1 Ταῦτα βουλόμενος ἰᾶσθαι καί τι παραλυπεῖν τοὺς πολεμίους , ἑκατὸν καὶ πεντήκοντα ναῦς ἐπλήρου , καὶ πολλοὺς καὶ ἀγαθοὺς ὁπλίτας καὶ ἱππεῖς ἀναβιβασάμενος , ἔμελλεν ἀνάγεσθαι , μεγάλην ἐλπίδα τοῖς πολίταις καὶ φόβον οὐκ ἐλάττω τοῖς πολεμίοις ἀπὸ τοσαύτης ἰσχύος παρασχών .
35.2 ἤδη δὲ πεπληρωμένων τῶν νεῶν καὶ τοῦ Περικλέους ἀναβεβηκότος ἐπὶ τὴν ἑαυτοῦ τριήρη , τὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαι σκότος , ἐκπλαγῆναι δὲ πάντας ὡς πρὸς μέγα σημεῖον . ὁρῶν οὖν Περικλῆς περίφοβον τὸν κυβερνήτην καὶ διηπορημένον , ἀνέσχε τὴν χλαμύδα πρὸ τῆς ὄψεως αὐτοῦ , καὶ παρακαλύψας ἠρώτησε , μή τι δεινὸν δεινοῦ τινος οἴεται σημεῖον · ὡς δ’ οὐκ ἔφη , τί οὖν εἶπεν ἐκεῖνο τούτου διαφέρει , πλὴν ὅτι μεῖζόν τι τῆς χλαμύδος ἐστὶ τὸ πεποιηκὸς τὴν ἐπισκότησιν ; ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς λέγεται τῶν φιλοσόφων .
35.3 Ἐκπλεύσας δ’ οὖν Περικλῆς οὔτ’ ἄλλο τι δοκεῖ τῆς παρασκευῆς ἄξιον δρᾶσαι , πολιορκήσας τε τὴν ἱερὰν Ἐπίδαυρον ἐλπίδα παρασχοῦσαν ὡς ἁλωσομένην , ἀπέτυχε διὰ τὴν νόσον . ἐπιγενομένη γὰρ οὐκ αὐτοὺς μόνον , ἀλλὰ καὶ τοὺς ὁπωσοῦν τῇ στρατιᾷ συμμείξαντας προσδιέφθειρεν . ἐκ τούτου χαλεπῶς διακειμένους τοὺς Ἀθηναίους πρὸς αὐτὸν ἐπειρᾶτο παρηγορεῖν καὶ ἀναθαρρύνειν .
35.4 οὐ μὴν παρέλυσε τῆς ὀργῆς οὐδὲ μετέπεισε πρότερον , τὰς ψήφους λαβόντας ἐπ’ αὐτὸν εἰς τὰς χεῖρας καὶ γενομένους κυρίους ἀφελέσθαι τὴν στρατηγίαν καὶ ζημιῶσαι χρήμασιν , ὧν ἀριθμὸν οἱ τὸν ἐλάχιστον πεντεκαίδεκα τάλαντα , πεντήκοντα δ’ οἱ τὸν πλεῖστον γράφουσιν . ἐπεγράφη δὲ τῇ δίκῃ κατήγορος , ὡς μὲν Ἰδομενεὺς λέγει , Κλέων