34.1 Πλὴν ὑπ’ οὐδενὸς ἐκινήθη τῶν τοιούτων Περικλῆς , ἀλλὰ πρᾴως καὶ σιωπῇ τὴν ἀδοξίαν καὶ τὴν ἀπέχθειαν ὑφιστάμενος , καὶ νεῶν ἑκατὸν ἐπὶ τὴν Πελοπόννησον στόλον ἐκπέμπων , αὐτὸς οὐ συνεξέπλευσεν , ἀλλ’ ἔμεινεν οἰκουρῶν καὶ διὰ χειρὸς ἔχων τὴν πόλιν , ἕως ἀπηλλάγησαν οἱ Πελοποννήσιοι .
34.2 θεραπεύων δὲ τοὺς πολλοὺς ὅμως ἀσχάλλοντας ἐπὶ τῷ πολέμῳ , διανομαῖς τε χρημάτων ἀνελάμβανε καὶ κληρουχίας ἔγραφεν · Αἰγινήτας γὰρ ἐξελάσας ἅπαντας , διένειμε τὴν νῆσον Ἀθηναίων τοῖς λαχοῦσιν .
34.3 ἦν δέ τις παρηγορία καὶ ἀφ’ ὧν ἔπασχον οἱ πολέμιοι . καὶ γὰρ οἱ περιπλέοντες τὴν Πελοπόννησον χώραν τε πολλὴν κώμας τε καὶ πόλεις μικρὰς διεπόρθησαν , καὶ κατὰ γῆν αὐτὸς ἐμβαλὼν εἰς τὴν Μεγαρικὴν ἔφθειρε πᾶσαν .
34.4 καὶ δῆλον ἦν , ὅτι πολλὰ μὲν δρῶντες κατὰ γῆν κακὰ τοὺς Ἀθηναίους , πολλὰ δὲ πάσχοντες ὑπ’ ἐκείνων ἐκ θαλάττης , οὐκ ἂν εἰς μῆκος πολέμου τοσοῦτο προὔβησαν , ἀλλὰ ταχέως ἀπεῖπον , ὥσπερ ἐξ ἀρχῆς Περικλῆς προηγόρευσεν , εἰ μή τι δαιμόνιον ὑπηναντιώθη τοῖς ἀνθρωπίνοις λογισμοῖς .
34.5 νῦν δὲ πρῶτον μὲν λοιμώδης ἐνέπεσε φθορὰ καὶ κατενεμήθη τὴν ἀκμάζουσαν ἡλικίαν καὶ δύναμιν , ὑφ’ ἧς καὶ τὰ σώματα κακούμενοι καὶ τὰς ψυχάς , παντάπασιν ἠγριώθησαν πρὸς τὸν Περικλέα , καὶ καθάπερ πρὸς ἰατρὸν πατέρα τῇ νόσῳ παραφρονήσαντες ἀδικεῖν ἐπεχείρησαν , ἀναπεισθέντες ὑπὸ τῶν ἐχθρῶν ὡς τὴν μὲν νόσον τοῦ χωρικοῦ πλήθους εἰς τὸ ἄστυ συμφόρησις ἀπεργάζεται , θέρους ὥρᾳ πολλῶν ὁμοῦ χύδην ἐν οἰκήμασι μικροῖς καὶ σκηνώμασι πνιγηροῖς ἀναγκαζομένων διαιτᾶσθαι δίαιταν οἰκουρὸν καὶ ἀργὴν ἀντὶ καθαρᾶς καὶ ἀναπεπταμένης