33.1 Οἱ δὲ Λακεδαιμόνιοι γινώσκοντες ὡς ἐκείνου καταλυθέντος εἰς πάντα μαλακωτέροις χρήσονται τοῖς Ἀθηναίοις , ἐκέλευον αὐτοὺς τὸ ἄγος ἐλαύνειν τὸ Κυλώνειον , τὸ μητρόθεν γένος τοῦ Περικλέους ἔνοχον ἦν , ὡς Θουκυδίδης ἱστόρηκεν .
33.2 δὲ πεῖρα περιέστη τοῖς πέμψασιν εἰς τοὐναντίον · ἀντὶ γὰρ ὑποψίας καὶ διαβολῆς Περικλῆς ἔτι μείζονα πίστιν ἔσχε καὶ τιμὴν παρὰ τοῖς πολίταις , ὡς μάλιστα μισούντων καὶ φοβουμένων ἐκεῖνον τῶν πολεμίων .
33.3 διὸ καὶ πρὶν ἐμβαλεῖν εἰς τὴν Ἀττικὴν τὸν Ἀρχίδαμον ἔχοντα τοὺς Πελοποννησίους προεῖπε τοῖς Ἀθηναίοις , ἂν ἄρα τἆλλα δῃῶν Ἀρχίδαμος ἀπέχηται τῶν ἐκείνου διὰ τὴν ξενίαν τὴν οὖσαν αὐτοῖς διαβολῆς τοῖς ἐχθροῖς ἐνδιδοὺς ἀφορμάς , ὅτι τῇ πόλει καὶ τὴν χώραν καὶ τὰς ἐπαύλεις ἐπιδίδωσιν .
33.4 Ἐμβάλλουσιν οὖν εἰς τὴν Ἀττικὴν στρατῷ μεγάλῳ Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων , Ἀρχιδάμου τοῦ βασιλέως ἡγουμένου , καὶ δῃοῦντες τὴν χώραν προῆλθον εἰς Ἀχαρνὰς καὶ κατεστρατοπέδευσαν , ὡς τῶν Ἀθηναίων οὐκ ἀνεξομένων , ἀλλ’ ὑπ’ ὀργῆς καὶ φρονήματος διαμαχουμένων πρὸς αὐτούς .
33.5 τῷ δὲ Περικλεῖ δεινὸν ἐφαίνετο πρὸς τοὺς ἑξακισμυρίους Πελοποννησίων καὶ Βοιωτῶν ὁπλίτας τοσοῦτοι γὰρ ἦσαν οἱ τὸ πρῶτον ἐμβαλόντες ὑπὲρ αὐτῆς τῆς πόλεως μάχην συνάψαι · τοὺς δὲ βουλομένους μάχεσθαι καὶ δυσπαθοῦντας πρὸς τὰ γιγνόμενα κατεπράυνε , λέγων ὡς δένδρα μὲν τμηθέντα καὶ κοπέντα φύεται ταχέως , ἀνδρῶν δὲ διαφθαρέντων αὖθις τυχεῖν οὐ ῥᾴδιόν ἐστι .
33.6 τὸν δὲ δῆμον εἰς ἐκκλησίαν οὐ συνῆγε , δεδιὼς βιασθῆναι παρὰ γνώμην , ἀλλ’ ὥσπερ νεὼς κυβερνήτης ἀνέμου κατιόντος ἐν πελάγει θέμενος εὖ πάντα καὶ κατατείνας τὰ ὅπλα χρῆται τῇ τέχνῃ