31.1 Τὴν μὲν οὖν ἀρχὴν ὅπως ἔσχεν οὐ ῥᾴδιον γνῶναι , τοῦ δὲ μὴ λυθῆναι τὸ ψήφισμα πάντες ὡσαύτως τὴν αἰτίαν ἐπιφέρουσι τῷ Περικλεῖ . πλὴν οἱ μὲν ἐκ φρονήματος μεγάλου μετὰ γνώμης κατὰ τὸ βέλτιστον ἀπισχυρίσασθαί φασιν αὐτόν , πεῖραν ἐνδόσεως τὸ πρόσταγμα καὶ τὴν συγχώρησιν ἐξομολόγησιν ἀσθενείας ἡγούμενον , οἱ δὲ μᾶλλον αὐθαδείᾳ τινὶ καὶ φιλονικίᾳ πρὸς ἔνδειξιν ἰσχύος περιφρονῆσαι Λακεδαιμονίων .
31.2 δὲ χειρίστη μὲν αἰτία πασῶν , ἔχουσα δὲ πλείστους μάρτυρας , οὕτω πως λέγεται . Φειδίας πλάστης ἐργολάβος μὲν ἦν τοῦ ἀγάλματος ὥσπερ εἴρηται , φίλος δὲ τῷ Περικλεῖ γενόμενος καὶ μέγιστον παρ’ αὐτῷ δυνηθείς , τοὺς μὲν δι’ αὑτὸν ἔσχεν ἐχθροὺς φθονούμενος , οἱ δὲ τοῦ δήμου ποιούμενοι πεῖραν ἐν ἐκείνῳ ποῖός τις ἔσοιτο τῷ Περικλεῖ κριτής , Μένωνά τινα τῶν Φειδίου συνεργῶν πείσαντες ἱκέτην ἐν ἀγορᾷ καθίζουσιν , αἰτούμενον ἄδειαν ἐπὶ μηνύσει καὶ κατηγορίᾳ τοῦ Φειδίου .
31.3 προσδεξαμένου δὲ τοῦ δήμου τὸν ἄνθρωπον καὶ γενομένης ἐν ἐκκλησίᾳ διώξεως , κλοπαὶ μὲν οὐκ ἠλέγχοντο · τὸ γὰρ χρυσίον οὕτως εὐθὺς ἐξ ἀρχῆς τῷ ἀγάλματι προσειργάσατο καὶ περιέθηκεν Φειδίας γνώμῃ τοῦ Περικλέους , ὥστε πᾶν δυνατὸν εἶναι περιελοῦσιν ἀποδεῖξαι τὸν σταθμόν , καὶ τότε τοὺς κατηγόρους ἐκέλευσε ποιεῖν Περικλῆς · δὲ δόξα τῶν ἔργων ἐπίεζε φθόνῳ τὸν Φειδίαν , καὶ μάλισθ’ ὅτι τὴν πρὸς Ἀμαζόνας μάχην ἐν τῇ ἀσπίδι ποιῶν αὑτοῦ τινα μορφὴν ἐνετύπωσε , πρεσβύτου φαλακροῦ πέτρον ἐπηρμένου δι’ ἀμφοτέρων τῶν χειρῶν , καὶ τοῦ Περικλέους εἰκόνα παγκάλην ἐνέθηκε μαχομένου πρὸς Ἀμαζόνα .
31.4 τὸ δὲ σχῆμα τῆς χειρός , ἀνατεινούσης