6.1 Οὐ μόνον δὲ ταῦτα τῆς Ἀναξαγόρου συνουσίας ἀπέλαυσε Περικλῆς , ἀλλὰ καὶ δεισιδαιμονίας δοκεῖ γενέσθαι καθυπέρτερος , ἣν τὸ πρὸς τὰ μετέωρα θάμβος ἐνεργάζεται τοῖς αὐτῶν τε τούτων τὰς αἰτίας ἀγνοοῦσι καὶ περὶ τὰ θεῖα δαιμονῶσι καὶ ταραττομένοις δι’ ἀπειρίαν αὐτῶν , ἣν φυσικὸς λόγος ἀπαλλάττων ἀντὶ τῆς φοβερᾶς καὶ φλεγμαινούσης δεισιδαιμονίας τὴν ἀσφαλῆ μετ’ ἐλπίδων ἀγαθῶν εὐσέβειαν ἐνεργάζεται .
6.2 λέγεται δέ ποτε κριοῦ μονόκερω κεφαλὴν ἐξ ἀγροῦ τῷ Περικλεῖ κομισθῆναι , καὶ Λάμπωνα μὲν τὸν μάντιν , ὡς εἶδε τὸ κέρας ἰσχυρὸν καὶ στερεὸν ἐκ μέσου τοῦ μετώπου πεφυκός , εἰπεῖν ὅτι δυεῖν οὐσῶν ἐν τῇ πόλει δυναστειῶν , τῆς Θουκυδίδου καὶ Περικλέους , εἰς ἕνα περιστήσεται τὸ κράτος παρ’ γένοιτο τὸ σημεῖον · τὸν δ’ Ἀναξαγόραν τοῦ κρανίου διακοπέντος ἐπιδεῖξαι τὸν ἐγκέφαλον οὐ πεπληρωκότα τὴν βάσιν , ἀλλ’ ὀξὺν ὥσπερ ᾠὸν ἐκ τοῦ παντὸς ἀγγείου συνωλισθηκότα κατὰ τὸν τόπον ἐκεῖνον ὅθεν ῥίζα τοῦ κέρατος εἶχε τὴν ἀρχήν .
6.3 καὶ τότε μὲν θαυμασθῆναι τὸν Ἀναξαγόραν ὑπὸ τῶν παρόντων , ὀλίγῳ δ’ ὕστερον τὸν Λάμπωνα , τοῦ μὲν Θουκυδίδου καταλυθέντος , τῶν δὲ τοῦ δήμου πραγμάτων ὁμαλῶς ἁπάντων ὑπὸ τῷ Περικλεῖ γενομένων .
6.4 ἐκώλυε δ’ οὐδέν , οἶμαι , καὶ τὸν φυσικὸν ἐπιτυγχάνειν καὶ τὸν μάντιν , τοῦ μὲν τὴν αἰτίαν , τοῦ δὲ τὸ τέλος καλῶς ἐκλαμβάνοντος · ὑπέκειτο γὰρ τῷ μέν , ἐκ τίνων γέγονε καὶ πῶς πέφυκε θεωρῆσαι , τῷ δέ , πρὸς τί γέγονε καὶ τί σημαίνει προειπεῖν .
6.5 οἱ δὲ τῆς αἰτίας τὴν εὕρεσιν ἀναίρεσιν εἶναι τοῦ σημείου λέγοντες οὐκ ἐπινοοῦσιν ἅμα