63.5 ἁρπασθεὶς ἀναίσθητος ἤδη τῶν περὶ αὐτὸν ἐπὶ σκηνῆς ἐκομίζετο . καὶ παραυτίκα μὲν ὡς τεθνεῶτος ἦν λόγος ἐν τῷ στρατοπέδῳ χαλεπῶς δὲ καὶ πολυπόνως τὸν ὀϊστὸν ἐκπρισάντων ξύλινον ὄντα , καὶ τοῦ θώρακος οὕτω μόλις ἀπολυθέντος , περὶ τὴν ἐκκοπὴν ἐγίνοντο τῆς ἀκίδος ἐνδεδυκυίας ἑνὶ τῶν ὀστέων . λέγεται δὲ τὸ μὲν πλάτος τριῶν δακτύλων εἶναι , τὸ δὲ μῆκος τεσσάρων .
63.6 διὸ ταῖς λιποθυμίαις ἔγγιστα θανάτου συνελαυνόμενος ἐξαιρουμένης αὐτῆς , ὅμως ἀνέλαβε , καὶ διαφυγὼν τὸν κίνδυνον , ἔτι δὲ ἀσθενὴς ὢν καὶ πολὺν χρόνον ἐν διαίτῃ καὶ θεραπείαις ἔχων αὑτόν , ἔξω θορυβοῦντας ὡς ᾔσθετο ποθοῦντας αὐτὸν ἰδεῖν τοὺς Μακεδόνας , λαβὼν ἱμάτιον προῆλθε , καὶ θύσας τοῖς θεοῖς αὖθις ἀνήχθη καὶ παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις μεγάλας καταστρεφόμενος .