63.1 ἐντεῦθεν ὁρμήσας Ἀλέξανδρος τὴν ἔξω θάλασσαν ἐπιδεῖν , καὶ πολλὰ πορθμεῖα κωπήρη καὶ σχεδίας πηξάμενος , ἐκομίζετο τοῖς ποταμοῖς ὑποφερόμενος σχολαίως . δὲ πλοῦς οὐκ ἀργὸς ἦν οὐδὲ ἀπόλεμος , προσβάλλων δὲ ταῖς πόλεσι καὶ ἀποβαίνων ἐχειροῦτο πάντα , πρὸς δὲ τοῖς καλουμένοις Μαλλοῖς , οὕς φασιν Ἰνδῶν μαχιμωτάτους γενέσθαι , μικρὸν ἐδέησε κατακοπῆναι .
63.2 τοὺς μὲν γὰρ ἀνθρώπους βέλεσιν ἀπὸ τῶν τειχῶν ἀπεσκέδασε , πρῶτος δὲ διὰ κλίμακος τεθείσης ἀναβὰς ἐπὶ τ τεῖχος , ὡς τε κλίμαξ συνετρίβη καὶ τῶν βαρβάρων ὑφισταμένων παρὰ τὸ τεῖχος ἐλάμβανε πληγὰς κάτωθεν , ὀλιγοστὸς ὢν συστρέψας ἑαυτὸν εἷς μέσους ἀφῆκε τοὺς πολεμίους καὶ κατὰ τύχην ὀρθὸς ἔστη .
63.3 τιναξαμένου δὲ τοῖς ὅπλοις , ἔδοξαν οἱ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος φέρεσθαι διὸ καὶ τὸ πρῶτον ἔφυγον καὶ διεσκεδάσθησαν · ὡς δὲ εἶδον αὐτὸν μετὰ δυεῖν ὑπασπιστῶν , ἐπιδραμόντες οἱ μὲν ἐκ χειρὸς ξίφεσι καὶ δόρασι διὰ τῶν ὅπλων συνετίτρωσκον ἀμυνόμενον , εἷς δὲ μικρὸν ἀπωτέρω στάς ἐφῆκεν ἀπὸ τόξου βέλος οὕτως εὔτονον καὶ βίαιον ὥστε τὸν θώρακα διακόψαν ἐμπαγῆναι τοῖς περὶ τὸν μασθὸν ὀστέοις .
63.4 πρὸς δὲ τὴν πληγὴν ἐνδόντος αὐτοῦ καὶ τὸ σῶμα κάμψαντος , μὲν βαλὼν ἐπέδραμε βαρβαρικὴν μάχαιραν σπασάμενος , Πευκέστας δὲ καὶ Λιμναῖος προέστησαν ὧν πληγέντων ἑκατέρων μὲν ἀπέθανε , Πευκέστας δὲ ἀντεῖχε , τὸν δὲ βάρβαρον Ἀλέξανδρος ἀπέκτεινεν . αὐτὸς δὲ τραύματα πολλὰ λαβών , τέλος δὲ πληγεὶς ὑπέρῳ κατὰ τοῦ τραχήλου , προσήρεισε τῷ τείχει τὸ σῶμα , βλέπων πρὸς τοὺς πολεμίους .
63.5 ἐν τούτῳ δὲ τῶν Μακεδόνων περιχυθέντων