60.5 , τῶν δ’ ἱππέων ἀνελεῖν τετρακοσίους , οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος , ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως , πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε . φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας , Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι ,
60.6 γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους , ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι , καὶ μόλις ὀγδόης ὥρας ἀπειπεῖν τοὺς πολεμίους , ταῦτα μὲν οὖν τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν . οἱ δὲ πλεῖστοι τῶν συγγραφέων ὁμολογοῦσι τὸν Πῶρον ὑπεραίροντα τεσσάρων πηχῶν σπιθαμῇ τὸ μῆκος ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον τοῦ σώματος ·
60.7 καίτοι μέγιστος ἦν ἐλέφας σύνεσιν δὲ θαυμαστὴν ἐπεδείξατο καὶ κηδεμονίαν τοῦ βασιλέως , ἐρρωμένου μὲν ἔτι θυμῷ τοὺς προσμαχομένους ἀμυνόμενος καὶ ἀνακόπτων , ὡς δὲ ᾔσθετο βελῶν πλήθει καὶ τραυμάτων κάμνοντα , δείσας μὴ περιρρυῇ , τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκε πρᾴως ἑαυτόν , τῇ δὲ προνομαίᾳ λαμβάνων ἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ σώματος .
60.8 ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται , ʹ βασιλικῶς , ʹ εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει , ʹ πάντα , ʹ εἶπεν , ʹ ἐστὶν ἐν τῷ βασιλικῶς . ʹ οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε , σατράπην καλούμενον , ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς αὐτόνομους καταστρεψάμενος , ἐν πεντεκαίδεκα μὲν ἔθνη ,