60.1 τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπιστολαῖς ὡς ἐπράχθη γέγραφε . φησὶ γάρ ἐν μέσῳ τῶν στρατοπέδων τοῦ Ὑδάσπου ῥέοντος ἀντιπόρους ἱστάντα τοὺς ἐλέφαντας ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν . αὐτόν μὲν οὖν καθ’ ἡμέραν ἑκάστην ψόφον ποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πολύν , ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβεῖσθαι ·
60.2 νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος , ἱππεῖς δὲ τοὺς κρατίστους , καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην . ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμβρου , πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων , ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις .
60.3 τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον , ἔκρηγμα ποιῆσαι μέγα , καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος · αὐτοὺς δὲ δέξασθαι τὸ μέσον οὐ βεβαίως , ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον . ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν · ʹ Ἀθηναῖοι , ἆρά γε πιστεύσαιτε ἂν ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρ’ ὑμῖν εὐδοξίας ; ʹ
60.4 ἀλλὰ τοῦτο μὲν Ὀνησίκριτος εἴρηκεν , αὐτὸς δέ φησι τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους , διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι , λογιζόμενος , εἰ μὲν οἱ πολέμιοι τοῖς ἵπποις προσβάλοιεν , πολὺ κρατήσειν , εἰ δὲ κινοῖεν τὴν φάλαγγα , φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους θάτερον δὲ συμβῆναι .
60.5 τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος , τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα