54.1 ταῦτα μὲν οὖν ̔̀ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι , τὸν δὲ Καλλισθένη συνέντα τήν ἀλλοτριότητα τοῦ βασιλέως δὶς τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπεῖν κάτθανε καὶ Πάτροκλος , ὅπερ σέο πολλὸν ἀμείνων . οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν Ἀριστοτέλης ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνατὸς καὶ μέγας , νοῦν δὲ οὐκ εἶχεν .
54.2 ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως , καὶ μόνος ἐν φανερῷ διελθὼν κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν , τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης , καὶ μείζονος Ἀλέξανδρον , ἀποτρέψας τήν προσκύνησιν , αὑτὸν δὲ ἀπώλεσεν , ἐκβιάσασθαι δοκῶν μᾶλλον πεῖσαι τὸν βασιλέα .
54.3 Χάρης δὲ Μιτυληναῖός φησι τὸν Ἀλέξανδρον ἐν τῷ συμποσίῳ πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων · τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον , εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον , καὶ κατακλιθῆναι .
54.4 πάντων δὲ τοῦτο ποιούντων ἐφεξῆς τὸν Καλλισθένην λαβόντα τήν φιάλην , οὐ προσέχοντος τοῦ βασιλέως , Ἀλλὰ Ἡφαιστίωνι προσδιαλεγομένου , πιόντα προσιέναι φιλήσοντα , Δημητρίου δὲ τοῦ προσονομαζομένου Φείδωνος εἰπόντος , ʹ βασιλεῦ , μὴ φιλήσῃς οὗτος γάρ σε μόνος οὐ προσεκύνησε , ʹ διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον , τὸν δὲ Καλλισθένη μέγα φθεγξάμενον εἰπεῖν · ʹ φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι . ʹ