53.1 τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας Καλλισθένης ἐλύπει σπουδαζόμενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον , οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον , εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη , καὶ βεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν , ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον .
53.2 φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν καὶ καθ’ αὑτοῦ τοῖς διαβάλλουσι παρεῖχε , τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος , ἔν τε τῷ συνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις , ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπ’ αὐτῷ μισῶ σοφιστήν , ὅστις οὐδ’ αὑτῷ σοφός .
53.3 λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ’ αὐτόν · εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι , κατ’ Εὐριπίδην , τὸν λαβόντα τῶν λόγων καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον εὖ λέγειν ·
53.4 ʹ ἀλλ’ ἔνδειξαι , ʹ φάναι , ʹ τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων , ἵνα καὶ βελτίους γένωνται μαθόντες πλημμελοῦσιν . ʹ οὕτω δὴ τὸν ἄνδρα πρὸς τῆς παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων , καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν · ἐν δὲ διχοστασίῃ καὶ πάγκακος ἔλλαχε τιμῆς ·
53.5 ἐφ’ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι , καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος Καλλισθένης , ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε .