34.1 τοῦτο τῆς μάχης ἐκείνης λαβούσης τὸ πέρας , μὲν ἀρχὴ παντάπασιν Περσῶν ἐδόκει καταλελύσθαι , βασιλεὺς δὲ τῆς Ἀσίας Ἀλέξανδρος ἀνηγορευμένος ἔθυε τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ τοῖς φίλοις ἐδωρεῖτο πλούτους καὶ οἴκους καὶ ἡγεμονίας , φιλοτιμούμενος δὲ πρὸς τοὺς Ἕλληνας ἔγραψε τὰς τυραννίδας πάσας καταλυθῆναι καὶ πολιτεύειν αὐτονόμους , ἰδίᾳ δὲ Πλαταιεῦσι τὴν πόλιν ἀνοικοδομεῖν , ὅτι τὴν χώραν οἱ πατέρες αὐτῶν ἐναγωνίσασθαι τοῖς Ἕλλησιν ὑπὲρ τῆς ἐλευθερίας παρέσχον .
34.2 ἔπεμψε δὲ καὶ Κροτωνιάταις εἰς Ἰταλίαν μέρος τῶν λαφύρων , τὴν Φαΰλλου τοῦ ἀθλητοῦ τιμῶν προθυμίαν καὶ ἀρετήν , ὃς περὶ τὰ Μηδικά τῶν ἄλλων Ἰταλιωτῶν ἀπεγνωκότων τοὺς Ἕλληνας ἰδιόστολον ἔχων ναῦν ἔπλευσεν εἰς Σαλαμῖνα , τοῦ κινδύνου τι μεθέξων . οὕτω τις εὐμενὴς ἦν πρὸς ἅπασαν ἀρετὴν καὶ καλῶν ἔργων φύλαξ καὶ οἰκεῖος .