33.5 καὶ ἀποκρυπτόμενοι τῷ πλήθει τῶν νεκρῶν ἐξήλλοντο καὶ συνετάραττον τὸν ἡνίοχον , ἀπολείπει μὲν τὸ ἅρμα καὶ τὰ ὅπλα , θήλειαν δέ , ὥς φασι , νεοτόκον ἵππον περιβὰς ἔφυγεν .
33.6 οὐ μὴν τότε ἂν ἐδόκει διαφυγεῖν , εἰ μὴ πάλιν ἧκον ἕτεροι παρὰ τοῦ Παρμενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξανδρον , ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεως ἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων . ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατ’ ἐκείνην τὴν μάχην νωθρὸν γενέσθαι καὶ δύσεργον , εἴτε τοῦ γήρως ἤδη τι παραλύοντος τῆς τόλμης , εἴτε τὴν ἐξουσίαν καὶ τὸν ὄγκον , ὡς Καλλισθένης φησί , τῆς Ἀλεξάνδρου δυνάμεως βαρυνόμενον καὶ προσφθονοῦντα .
33.7 τότε δ’ οὖν βασιλεὺς ἀνιαθεὶς τῇ μεταπέμψει τοῖς μὲν στρατιώταις οὐκ ἔφρασε τὸ ἀληθές , ἀλλ’ ὡς ἀνέχων τοῦ φονεύειν καὶ σκότους ὄντος ἀνάκλησιν ἐσήμανεν ἐλαύνων δὲ πρὸς τὸ κινδυνεῦον μέρος ἤκουσε καθ’ ὁδὸν ἡττῆσθαι παντάπασι καὶ φεύγειν τοὺς πολεμίους .