25.1 δὲ πολιορκία τοιοῦτον ἔσχε πέρας , Ἀλεξάνδρου τὴν μὲν πολλὴν τῆς δυνάμεως ἀναπαύοντος ἀπὸ πολλῶν ἀγώνων τῶν ἔμπροσθεν , ὀλίγους δέ τινας , ὡς μὴ σχολάζοιεν οἱ πολέμιοι , τοῖς τείχεσι προσάγοντος , Ἀρίστανδρος μάντις ἐσφαγιάζετο καὶ τὰ σημεῖα κατιδὼν θρασύτερον διωρίσατο πρὸς τοὺς παρόντας ἐν ἐκείνῳ τῷ μηνὶ πάντως ἁλώσεσθαι τὴν πόλιν .
25.2 γενομένου δὲ χλευασμοῦ καὶ γέλωτος ἦν γὰρ τελευταία τοῦ μηνὸς ἡμέρα , διηπορημένον αὐτόν ἰδὼν βασιλεύς καὶ συμφιλοτιμούμενος ἀεὶ τοῖς μαντεύμασιν ἐκέλευε μηκέτι τριακάδα τὴν ἡμέραν ἐκείνην , ἀλλὰ τρίτην φθίνοντος ἀριθμεῖν · καὶ τῇ σάλπιγγι σημήνας ἀπεπειρᾶτο τῶν τειχῶν ἐρρωμενέστερον ἤπερ ἐξ ἀρχῆς διενοήθη . γενομένης δὲ λαμπρᾶς ἐπιβολῆς καὶ μηδὲ τῶν ἐπὶ στρατοπέδου καρτερούντων , ἀλλὰ συντρεχόντων καὶ προσβοηθούντων , ἀπεῖπον οἱ Τύριοι · καὶ τὴν πόλιν εἷλε κατ’ ἐκείνην τὴν ἡμέραν .
25.3 μετὰ δὲ ταῦτα πολιορκοῦντι Γάζαν αὐτῷ , τῆς Συρίας μεγίστην πόλιν , ἐμπίπτει βῶλος εἰς τὸν ὦμον ἀφεθεὶς ἄνωθεν ὑπὸ ὄρνιθος , δὲ ὄρνις ἐφ’ ἓν τῶν μηχανημάτων καθίσας ἔλαθεν ἐνσχεθεὶς τοῖς νευρίνοις κεκρυφάλοις , οἷς πρὸς τὰς ἐπιστροφὰς τῶν σχοινίων ἐχρῶντο .
25.4 καὶ τὸ σημεῖον ἀπέβη κατὰ τὴν Ἀριστάνδρου πρόρρησιν ἐτρώθη μὲν γὰρ Ἀλέξανδρος εἰς τὸν ὦμον , ἔλαβε δὲ τὴν πόλιν . ἀποστέλλων δέ πολλὰ τῶν λαφύρων Ὀλυμπιάδι καὶ Κλεοπάτρᾳ καὶ τοῖς φίλοις , κατέπεμψε καὶ Λεωνίδῃ τῷ παιδαγωγῷ τάλαντα λιβανωτοῦ πεντακόσια καὶ σμύρνης ἑκατόν , ἀναμνησθεὶς παιδικῆς ἐλπίδος .
25.5 γὰρ Λεωνίδης , ὡς ἔοικεν , ἐν θυσίᾳ ποτὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιδραξάμενον ἀμφοτέραις ταῖς χερσὶ καὶ καθαγίσαντα τοῦ θυμιάματος , ʹ ὅταν