24.5 τὸν Σάτυρον .
24.6 διὰ μέσου δὲ τῆς πολιορκίας ἐπὶ τοὺς Ἄραβας τοὺς προσοικοῦντας τῷ Ἀντιλιβάνῳ στρατεύσας ἐκινδύνευσε διὰ τὸν παιδαγωγὸν Λυσίμαχον · ἐξηκολούθησε γὰρ αὐτῷ λέγων τοῦ Φοίνικος οὐκ εἶναι χείρων οὐδὲ πρεσβύτερος , ἐπεὶ δὲ πλησιάσας τοῖς ὀρεινοῖς καὶ τοὺς ἵππους ἀπολιπὼν πεζὸς ἐβάδιζεν , οἱ μὲν ἄλλοι πολὺ προῆλθον ,
24.7 αὐτὸς δὲ τὸν Λυσίμαχον , ἑσπέρας ἤδη καταλαμβανούσης καὶ τῶν πολεμίων ἐγγὺς ὄντων , ἀπαγορεύοντα καὶ βαρυνόμενον οὐχ ὑπομένων ἀπολιπεῖν , ἀλλ’ ἀνακαλούμενος καὶ παρακομίζων , ἔλαθε τοῦ στρατεύματος ἀποσπασθεὶς μετ’ ὀλίγων καὶ σκότους ἅμα καὶ ῥίγους σφοδροῦ νυκτερεύων ἐν χωρίοις χαλεποῖς .
24.8 εἶδεν οὖν πόρρω πυρὰ πολλὰ καιόμενα σποράδην τῶν πολεμίων , θαρρῶν δὲ τοῦ σώματος τῇ κουφότητι , καὶ τῷ πονεῖν αὐτὸς ἀεὶ παραμυθούμενος τὴν ἀπορίαν τῶν Μακεδόνων , προσέδραμε τοῖς ἔγγιστα πῦρ καίουσι · καὶ περικαθημένους τῇ πυρᾷ δύο βαρβάρους πατάξας τῷ ἐγχειριδίῳ καὶ δαλὸν ἁρπάσας ἧκε πρὸς τοὺς ἑαυτοῦ κομίζων , ἐγκαύσαντες δὲ πῦρ πολύ τοὺς μὲν εὐθὺς ἐφόβησαν ὥστε φυγεῖν , τοὺς δ’ ἐπιόντας ἐτρέψαντο , καὶ κατηυλίσθησαν ἀκινδύνως , ταῦτα μὲν οὖν Χάρης ἱστόρηκεν .