20.4 ( συμπεσεῖν γὰρ αὐτοὺς εἰς χεῖρας ) ,
20.5 Ἀλέξανδρος δὲ περὶ τῆς μάχης ἐπιστέλλων τοῖς περὶ τὸν Ἀντίπατρον οὐκ εἴρηκεν ὅστις ἦν τρώσας , ὅτι δὲ τρωθείη τὸν μηρὸν ἐγχειριδίῳ , δυσχερὲς δ’ οὐδὲν ἀπὸ τοῦ τραύματος συμβαίη γέγραφε . νικήσας δὲ λαμπρῶς καί καταβαλὼν ὑπὲρ ἕνδεκα μυριάδας τῶν πολεμίων , Δαρεῖον μὲν οὐχ εἷλε τέτταρας σταδίους πέντε προλαβόντα τῇ φυγῇ , τὸ δὲ ἅρμα καί τὸ τόξον αὐτοῦ λαβὼν ἐπανῆλθε ·
20.6 καί κατέλαβε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καί ἄγοντας ὑπερβάλλοντα πλήθει , καίπερ εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ καταλιπόντων , τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ , θεραπείας τε λαμπρᾶς καί παρασκευῆς καί χρημάτων πολλῶν γέμουσαν .
20.7 εὐθὺς οὖν ἀποδυσάμενος τὰ ὅπλα πρὸς τὸ λουτρὸν ἐβάδιζεν , εἰπών · ʹ ἴωμεν ἀπολουσόμενοι τὸν ἀπὸ τῆς μάχης ἱδρῶτα τῷ Δαρείου λουτρῷ . ʹ καί τις τῶν ἑταίρων ʹ μὰ τὸν Δία ʹ εἶπεν , ʹ ἀλλὰ τῷ Ἀλεξάνδρου · τὰ γὰρ τῶν ἡττωμένων εἶναί τε δεῖ καί προσαγορεύεσθαι τοῦ κρατοῦντος . ʹ
20.8 ὡς δὲ εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους , πάντα χρυσοῦ , ἠσκημένα περιττῶς , ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων οἶκος , ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν , διαβλέψας πρὸς τοὺς ἑταίρους , ʹ τοῦτο ἦν , ὡς ἔοικεν , ʹ ἔφη , ʹ τὸ βασιλεύειν