20.1 ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών , Ἀμύντας , οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως , οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπ’ Ἀλέξανδρον , ἐδεῖτο κατὰ χώραν ὑπομένειν , ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον .
20.2 ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴ φθάσωσιν αὑτὸν ἀποδράντες οἱ πολέμιοι καί διαφυγὼν Ἀλέξανδρος , ʹ ἀλλὰ τούτου γε , ʹ εἶπεν , ʹ βασιλεῦ , χάριν θάρρει βαδιεῖται γὰρ ἐκεῖνος ἐπὶ σέ , καί σχεδὸν ἤδη βαδίζει . ʹ ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν , ἀλλ’ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλικίαν , ἅμα δὲ Ἀλέξανδρος εἰς Συρίαν ἐπ’ ἐκεῖνον .
20.3 ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλήλων αὖθις ἀνέστρεφον , Ἀλέξανδρος μὲν ἡδόμενός τε τῇ συντυχίᾳ καί σπεύδων ἀπαντῆσαι περὶ τὰ στενά , Δαρεῖος δὲ τὴν προτέραν ἀναλαβεῖν στρατοπεδείαν καί τῶν στενῶν ἐξελίξαι τὴν δύναμιν . ἤδη γὰρ ἐγνώκει παρὰ τὸ συμφέρον ἐμβεβληκὼς ἑαυτὸν εἰς χωρία θαλάττῃ καί ὄρεσι καί ποταμῷ διὰ μέσου ῥέοντι τῷ Πινάρῳ δύσιππα , καί διεσπασμένα πολλαχοῦ , καί πρὸς τῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν .
20.4 Ἀλεξάνδρῳ δὲ τὸν μὲν τόπον τύχη παρέσχεν , ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆς τύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλτιον , ὅς γε τοσούτῳ πλήθει τῶν βαρβάρων λειπόμενος ἐκείνοις μὲν οὐ παρέσχε κύκλωσιν , αὐτὸς δὲ τῷ δεξιῷ τὸ εὐώνυμον ὑπερβαλὼν καί γενόμενος κατὰ κέρας φυγὴν ἐποίησε τῶν καθ’ αὑτὸν βαρβάρων , ἐν πρώτοις ἀγωνιζόμενος , ὥστε τρωθῆναι ξίφει τὸν μηρόν , ὡς μὲν Χάρης φησίν , ὑπὸ Δαρείου