18.1 μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καί Φρυγίαν ἐχειροῦτο καί Γόρδιον πόλιν , ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην , παραλαβών , τὴν θρυλουμένην ἅμαξαν εἶδε φλοιῷ κρανείας ἐνδεδεμένην , καί λόγον ἐπ’ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν , ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης .
18.2 οἱ μὲν οὖν πολλοί φασι , τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς καί δι’ ἀλλήλων πολλάκις σκολιοῖς ἑλιγμοῖς ὑποφερομένων , τὸν Ἀλέξανδρον ἀμηχανοῦντα λῦσαι διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα , καί πολλὰς ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι . Ἀριστόβουλος δὲ καί πάνυ λέγει ῥᾳδίαν αὐτῷ τὴν λύσιν γενέσθαι , ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον , συνείχετο τὸ ζυγόδεσμον , εἶθ’ οὕτως ὑφελκύσαντι τὸν ζυγόν .
18.3 ἐντεῦθεν Παφλαγόνας τε καί Καππαδόκας προσαγαγόμενος , καὶ τὴν Μέμνονος ἀκούσας τελευτήν , ὃς τῶν ἐπὶ θαλάττῃ Δαρείου στρατηγῶν ἐπίδοξος ἦν Ἀλεξάνδρῳ πολλὰ πράγματα καί μυρίας ἀντιλήψεις καί ἀσχολίας παρέξειν , ἐπερρώσθη πρὸς τὴν ἄνω στρατείαν μᾶλλον .
18.4 ἤδη δὲ καί Δαρεῖος ἐκ Σούσων κατέβαινεν , ἐπαιρόμενός τε τῷ πλήθει τῆς δυνάμεως ἑξήκοντα γὰρ ἦγε μυριάδας στρατοῦ , καί τινος ὀνείρου θαρρύνοντος αὐτόν , ὃν οἱ μάγοι πρὸς χάριν ἐξηγοῦντο μᾶλλον κατὰ τὸ εἰκός , ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα , τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸς ἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως , ὑπηρετεῖν αὐτῷ · παρελθόντα δὲ εἰς τὸ τοῦ Βήλου τέμενος ἀφανῆ γενέσθαι .
18.5 διὰ τούτων , ὡς ἔοικεν , ὑπεδηλοῦτο παρὰ τοῦ θεοῦ λαμπρὰ μὲν γενήσεσθαι καί περιφανῆ τὰ τῶν Μακεδόνων , Ἀλέξανδρον