2.1 Ἀλέξανδρος ὅτι τῷ γένει πρὸς πατρὸς μὲν ἦν Ἡρακλείδης ἀπὸ Καράνου , πρὸς δὲ μητρὸς Αἰακίδης ἀπὸ Νεοπτολέμου , τῶν πάνυ πεπιστευμένων ἐστί . λέγεται δέ Φίλιππος ἐν θρᾴκῃ τῇ Ὀλυμπιάδι συμμυηθείς αὐτός τε μειράκιον ὢν ἔτι κἀκείνης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι καὶ τὸν γάμον οὕτως ἁρμόσαι , πείσας τὸν ἀδελφὸν αὐτῆς Ἀρύμβαν .
2.2 μὲν οὖν νύμφη , πρὸ τῆς νυκτός συνείρχθησαν εἰς τὸν θάλαμον , ἔδοξε βροντῆς γενομένης ἐμπεσεῖν αὐτῆς τῇ γαστρὶ κεραυνόν , ἐκ δὲ τῆς πληγῆς πολὺ πῦρ ἀναφθέν , εἶτα ῥηγνύμενον εἰς φλόγας πάντῃ φερομένας διαλυθῆναι . δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰ τὸν γάμον εἶδεν ὄναρ αὑτὸν ἐπιβάλλοντα σφραγῖδα τῇ γαστρὶ τῆς γυναικός · δὲ γλυφὴ τῆς σφραγῖδος , ὡς ᾤετο , λέοντος εἶχεν εἰκόνα .
2.3 τῶν δὲ ἄλλων μάντεων ὑφορωμένων τὴν ὄψιν , ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον , Ἀρίστανδρος Τελμησσεὺς κύειν ἔφη τὴν ἄνθρωπον , οὐθὲν γὰρ ἀποσφραγίζεσθαι τῶν κενῶν , καὶ κύειν παῖδα θυμοειδῆ καὶ λεοντώδη τὴν φύσιν .
2.4 ὤφθη δέ ποτε καὶ δράκων κοιμωμένης τῆς Ὀλυμπιάδος παρεκτεταμένος τῷ σώματι · καὶ τοῦτο μάλιστα τοῦ Φιλίππου τὸν ἔρωτα καὶ τὰς φιλοφροσύνας ἀμαυρῶσαι λέγουσιν , ὡς μηδὲ φοιτᾶν ἔτι πολλάκις παρ’ αὐτὴν ἀναπαυσόμενον , εἴτε δείσαντά τινας μαγείας ἐπ’ αὐτῷ καὶ φάρμακα τῆς γυναικός , εἴτε τὴν ὁμιλίαν ὡς κρείττονι συνούσης ἀφοσιούμενον .
2.5 ἕτερος δὲ περὶ τούτων ἐστὶ λόγος , ὡς πᾶσαι μὲν αἱ τῇδε γυναῖκες ἔνοχοι τοῖς Ὀρφικοῖς οὖσαι καὶ τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ἐκ τοῦ πάνυ παλαιοῦ , Κλώδωνές τε καὶ