24.42
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος ·
24.43
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν .
24.44
Εἶπεν δὲ ʹπρὸς αὐτούσʹ · Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν , ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ .
24.45
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς ,
24.46
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ ,
24.47
καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη — ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ ·
24.48
ὑμεῖς ἐστε μάρτυρες τούτων .
24.49
καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς · ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ʹἐξ ὕψους δύναμινʹ .
24.50
Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν , καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς .
24.51
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν ʹ [ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν ] ʹ .
24.52
καὶ αὐτοὶ ʹ [ προσκυνήσαντες αὐτὸν ] ʹ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης ,
24.53
καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν .