24.28
Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο , καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι .
24.29
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες · Μεῖνον μεθ’ ἡμῶν , ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα . καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς .
24.30
καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς ·
24.31
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν · καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν .
24.32
καὶ εἶπαν πρὸς ἀλλήλους · Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ʹἐν ἡμῖνʹ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ , ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς ;
24.33
καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ , καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς ,
24.34
λέγοντας ὅτι ʹὄντως ἠγέρθη ὁ κύριοσʹ καὶ ὤφθη Σίμωνι .
24.35
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου .
24.36
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν .
24.37
πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν .
24.38
καὶ εἶπεν αὐτοῖς · Τί τεταραγμένοι ἐστέ , καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ʹτῇ καρδίᾳʹ ὑμῶν ;
24.39
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ʹἐγώ εἰμι αὐτόσʹ · ψηλαφήσατέ με καὶ ἴδετε , ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα .
24.40
ʹ [ καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας . ] ʹ
24.41
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς · Ἔχετέ τι βρώσιμον ἐνθάδε ;