11.36 οὖν τὸ σῶμά σου ὅλον φωτεινόν , μὴ ἔχον ʹμέρος τιʹ σκοτεινόν , ἔσται φωτεινὸν ὅλον ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε .
11.37 Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ · εἰσελθὼν δὲ ἀνέπεσεν .
11.38 δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου .
11.39 εἶπεν δὲ κύριος πρὸς αὐτόν · Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε , τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας .
11.40 ἄφρονες , οὐχ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν ;
11.41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην , καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν .
11.42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις , ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον , καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ · ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι .
11.43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις , ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς .
11.44 οὐαὶ ὑμῖν , ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα , καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν .
11.45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ · Διδάσκαλε , ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις .
11.46 δὲ εἶπεν · Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί , ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα , καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις .
11.47 οὐαὶ ὑμῖν , ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς .
11.48 ἄρα ʹμάρτυρές ἐστεʹ καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν