11.25 σεσαρωμένον καὶ κεκοσμημένον .
11.26 τότε πορεύεται καὶ παραλαμβάνει ʹἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτάʹ , καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ , καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων .
11.27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ʹφωνὴν γυνὴʹ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ · Μακαρία κοιλία βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας ·
11.28 αὐτὸς δὲ εἶπεν · Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες .
11.29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν · γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν · σημεῖον ζητεῖ , καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ .
11.30 καθὼς γὰρ ἐγένετο Ἰωνᾶς ʹτοῖς Νινευίταις σημεῖονʹ , οὕτως ἔσται καὶ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ .
11.31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς · ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος , καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε .
11.32 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν · ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ , καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε .
11.33 Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν , ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν .
11.34 λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός σου . ὅταν ὀφθαλμός σου ἁπλοῦς , καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν · ἐπὰν δὲ πονηρὸς , καὶ τὸ σῶμά σου σκοτεινόν .
11.35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν .
11.36 εἰ