1.75 ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ʹπάσαις ταῖς ἡμέραισʹ ἡμῶν .
1.76 καὶ σὺ δέ , παιδίον , προφήτης Ὑψίστου κληθήσῃ , προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ ,
1.77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν ,
1.78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν , ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ,
1.79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις , τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης .
1.80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι , καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ .