1.58 τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς , καὶ συνέχαιρον αὐτῇ .
1.59 Καὶ ἐγένετο ἐν τῇ ʹἡμέρᾳ τῇ ὀγδόῃʹ ἦλθον περιτεμεῖν τὸ παιδίον , καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν .
1.60 καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν · Οὐχί , ἀλλὰ κληθήσεται Ἰωάννης .
1.61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ʹἐκ τῆς συγγενείασʹ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ .
1.62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό .
1.63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων · Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ . καὶ ἐθαύμασαν πάντες .
1.64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ , καὶ ἐλάλει εὐλογῶν τὸν θεόν .
1.65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς , καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα ,
1.66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν , λέγοντες · Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται ; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ .
1.67 Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων ·
1.68 Εὐλογητὸς κύριος θεὸς τοῦ Ἰσραήλ , ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ ,
1.69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ ,
1.70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ ,
1.71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς ,
1.72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ ,
1.73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν , τοῦ δοῦναι ἡμῖν
1.74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
1.75 ἐν