24.358 ἀλλ’ ἴομεν προτὶ οἶκον , ὃς ὀρχάτου ἐγγύθι κεῖται ·
24.359 ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.360 προὔπεμψ’ , ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα .
24.361 ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά .
24.362 οἱ δ’ ὅτε δή ῥ’ ἵκοντο δόμους εὖ ναιετάοντας ,
24.363 εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.364 ταμνομένους κρέα πολλὰ κερῶντάς τ’ αἴθοπα οἶνον .
24.365 τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ
24.366 ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ ,
24.367 ἀμφὶ δ’ ἄρα χλαῖναν καλὴν βάλεν · αὐτὰρ Ἀθήνη
24.368 ἄγχι παρισταμένη μέλε’ ἤλδανε ποιμένι λαῶν ,
24.369 μείζονα δ’ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι .
24.370 ἐκ δ’ ἀσαμίνθου βῆ · θαύμαζε δέ μιν φίλος υἱός ,
24.371 ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην ·
24.372 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.373 πάτερ , μάλα τίς σε θεῶν αἰειγενετάων
24.374 εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι .
24.375 τὸν δ’ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα ·
24.376 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
24.377 οἷος Νήρικον εἷλον , ἐϋκτίμενον πτολίεθρον ,
24.378 ἀκτὴν ἠπείροιο , Κεφαλλήνεσσιν ἀνάσσων ,
24.379 τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν ,
24.380 τεύχε’ ἔχων ὤμοισιν , ἐφεστάμεναι καὶ ἀμύνειν
24.381 ἄνδρας μνηστῆρας · τῷ κε σφέων γούνατ’ ἔλυσα
24.382 πολλῶν ἐν μεγάροισι , σὺ δὲ φρένας ἔνδον ἐγήθεις .
24.383 ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον .
24.384 οἱ δ’ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
24.385 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε ·
24.386 ἔνθ’ οἱ μὲν δείπνῳ ἐπεχείρεον , ἀγχίμολον δὲ
24.387 ἦλθ’ γέρων Δολίος , σὺν δ’ υἱεῖς τοῖο γέροντος ,