24.329 σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές , ὄφρα πεποίθω .
24.330 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.331 οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι ,
24.332 τὴν ἐν Παρνησῷ μ’ ἔλασεν σῦς λευκῷ ὀδόντι
24.333 οἰχόμενον · σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
24.334 ἐς πατέρ’ Αὐτόλυκον μητρὸς φίλον , ὄφρ’ ἂν ἑλοίμην
24.335 δῶρα , τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν .
24.336 εἰ δ’ ἄγε τοι καὶ δένδρε’ ἐϋκτιμένην κατ’ ἀλωὴν
24.337 εἴπω , μοί ποτ’ ἔδωκας , ἐγὼ δ’ ᾔτεόν σε ἕκαστα
24.338 παιδνὸς ἐών , κατὰ κῆπον ἐπισπόμενος · διὰ δ’ αὐτῶν
24.339 ἱκνεύμεσθα , σὺ δ’ ὠνόμασας καὶ ἔειπες ἕκαστα .
24.340 ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας ,
24.341 συκέας τεσσαράκοντ’ · ὄρχους δέ μοι ὧδ’ ὀνόμηνας
24.342 δώσειν πεντήκοντα , διατρύγιος δὲ ἕκαστος
24.343 ἤην · ἔνθα δ’ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν
24.344 ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν .
24.345 ὣς φάτο , τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
24.346 σήματ’ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς .
24.347 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε · τὸν δὲ ποτὶ οἷ
24.348 εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς .
24.349 αὐτὰρ ἐπεί ῥ’ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη ,
24.350 ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε ·
24.351 Ζεῦ πάτερ , ῥα ἔτ’ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον ,
24.352 εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν .
24.353 νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
24.354 ἐνθάδ’ ἐπέλθωσιν Ἰθακήσιοι , ἀγγελίας δὲ
24.355 πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι .
24.356 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.357 θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .