23.261 εἴπ’ ἄγε μοι τὸν ἄεθλον , ἐπεὶ καὶ ὄπισθεν , ὀΐω ,
23.262 πεύσομαι , αὐτίκα δ’ ἐστὶ δαήμεναι οὔ τι χέρειον .
23.263 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
23.264 δαιμονίη , τί τ’ ἄρ’ αὖ με μάλ’ ὀτρύνουσα κελεύεις
23.265 εἰπέμεν ; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ’ ἐπικεύσω .
23.266 οὐ μέν τοι θυμὸς κεχαρήσεται · οὐδὲ γὰρ αὐτὸς
23.267 χαίρω , ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε’ ἄνωγεν
23.268 ἐλθεῖν , ἐν χείρεσσιν ἔχοντ’ εὐῆρες ἐρετμόν ,
23.269 εἰς κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
23.270 ἀνέρες , οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν ·
23.271 οὐδ’ ἄρα τοί γ’ ἴσασι νέας φοινικοπαρῄους ,
23.272 οὐδ’ εὐήρε’ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται .
23.273 σῆμα δέ μοι τόδ’ ἔειπεν ἀριφραδές , οὐδέ σε κεύσω ·
23.274 ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
23.275 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ ,
23.276 καὶ τότε μ’ ἐν γαίῃ πήξαντ’ ἐκέλευεν ἐρετμόν ,
23.277 ἔρξανθ’ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι ,
23.278 ἀρνειὸν ταῦρόν τε συῶν τ’ ἐπιβήτορα κάπρον ,
23.279 οἴκαδ’ ἀποστείχειν , ἔρδειν θ’ ἱερὰς ἑκατόμβας
23.280 ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι ,
23.281 πᾶσι μάλ’ ἑξείης · θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
23.282 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ με πέφνῃ
23.283 γήρας ὕπο λιπαρῷ ἀρημένον · ἀμφὶ δὲ λαοὶ
23.284 ὄλβιοι ἔσσονται · τὰ δέ μοι φάτο πάντα τελεῖσθαι .
23.285 τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
23.286 εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον ,
23.287 ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι .
23.288 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
23.289 τόφρα δ’ ἄρ’ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν