19.579 τῷ κεν ἅμ’ ἑσποίμην , νοσφισσαμένη τόδε δῶμα
19.580 κουρίδιον , μάλα καλόν , ἐνίπλειον βιότοιο ·
19.581 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ .
19.582 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
19.583 γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
19.584 μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον ·
19.585 πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς ,
19.586 πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
19.587 νευρήν τ’ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου .
19.588 τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
19.589 εἴ κ’ ἐθέλοις μοι , ξεῖνε , παρήμενος ἐν μεγάροισι
19.590 τέρπειν , οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη .
19.591 ἀλλ’ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
19.592 ἀνθρώπους · ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
19.593 ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν .
19.594 ἀλλ’ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
19.595 λέξομαι εἰς εὐνήν , μοι στονόεσσα τέτυκται ,
19.596 αἰεὶ δάκρυσ’ ἐμοῖσι πεφυρμένη , ἐξ οὗ Ὀδυσσεὺς
19.597 ᾤχετ’ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν .
19.598 ἔνθα κε λεξαίμην · σὺ δὲ λέξεο τῷδ’ ἐνὶ οἴκῳ ,
19.599 χαμάδις στορέσας τοι κατὰ δέμνια θέντων .
19.600 ὣς εἰποῦσ’ ἀνέβαιν’ ὑπερώϊα σιγαλόεντα ,
19.601 οὐκ οἴη , ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι .
19.602 ἐς δ’ ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
19.603 κλαῖεν ἔπειτ’ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
19.604 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη .