19.550 ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω .
19.551 ὣς ἔφατ’ , αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε ·
19.552 παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
19.553 πυρὸν ἐρεπτομένους παρὰ πύελον , ἧχι πάρος περ .
19.554 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.555 γύναι , οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
19.556 ἄλλῃ ἀποκλίναντ’ , ἐπεὶ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
19.557 πέφραδ’ ὅπως τελέει · μνηστῆρσι δὲ φαίνετ’ ὄλεθρος
19.558 πᾶσι μάλ’ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει .
19.559 τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
19.560 ξεῖν’ , τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
19.561 γίγνοντ’ , οὐδέ τι πάντα τελείεται ἀνθρώποισι .
19.562 δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων ·
19.563 αἱ μὲν γὰρ κεράεσσι τετεύχαται , αἱ δ’ ἐλέφαντι ·
19.564 τῶν οἳ μέν κ’ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος ,
19.565 οἵ ῥ’ ἐλεφαίρονται , ἔπε’ ἀκράαντα φέροντες ·
19.566 οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε ,
19.567 οἵ ῥ’ ἔτυμα κραίνουσι , βροτῶν ὅτε κέν τις ἴδηται .
19.568 ἀλλ’ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
19.569 ἐλθέμεν · κ’ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο .
19.570 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
19.571 ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος , μ’ Ὀδυσῆος
19.572 οἴκου ἀποσχήσει · νῦν γὰρ καταθήσω ἄεθλον ,
19.573 τοὺς πελέκεας , τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
19.574 ἵστασχ’ ἑξείης , δρυόχους ὥς , δώδεκα πάντας ·
19.575 στὰς δ’ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν .
19.576 νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω ·
19.577 ὃς δέ κε ῥηΐτατ’ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
19.578 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων ,