19.319 ὥς κ’ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται .
19.320 ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαι τε χρῖσαί τε ,
19.321 ὥς κ’ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
19.322 ἥμενος ἐν μεγάρῳ · τῷ δ’ ἄλγιον ὅς κεν ἐκείνων
19.323 τοῦτον ἀνιάζῃ θυμοφθόρος · οὐδέ τι ἔργον
19.324 ἐνθάδ’ ἔτι πρήξει , μάλα περ κεχολωμένος αἰνῶς .
19.325 πῶς γὰρ ἐμεῦ σύ , ξεῖνε , δαήσεαι εἴ τι γυναικῶν
19.326 ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν ,
19.327 εἴ κεν ἀϋσταλέος , κακὰ εἱμένος ἐν μεγάροισιν
19.328 δαινύῃ ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν .
19.329 ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ ,
19.330 τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε’ ὀπίσσω
19.331 ζωῷ , ἀτὰρ τεθνεῶτί γ’ ἐφεψιόωνται ἅπαντες ·
19.332 ὃς δ’ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ ,
19.333 τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
19.334 πάντας ἐπ’ ἀνθρώπους , πολλοί τέ μιν ἐσθλὸν ἔειπον .
19.335 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.336 γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
19.337 τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
19.338 ἤχθεθ’ , ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
19.339 νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο ,
19.340 κείω δ’ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον ·
19.341 πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
19.342 ἄεσα καί τ’ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν .
19.343 οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
19.344 γίγνεται · οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
19.345 τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν ,
19.346 εἰ μή τις γρηῦς ἔστι παλαιή , κεδνὰ ἰδυῖα ,
19.347 τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ’ ἐγώ περ ·
19.348 τῇ δ’ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο .