17.118 ἔνθ’ ἴδον Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλὰ
17.119 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν .
17.120 εἴρετο δ’ αὐτίκ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
17.121 ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν ·
17.122 αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα ·
17.123 καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
17.124 πόποι , μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
17.125 ἤθελον εὐνηθῆναι , ἀνάλκιδες αὐτοὶ ἐόντες .
17.126 ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
17.127 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
17.128 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
17.129 βοσκομένη , δ’ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν ,
17.130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν ,
17.131 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει .
17.132 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
17.133 τοῖος ἐὼν οἷός ποτ’ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
17.134 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς ,
17.135 κὰδ δ’ ἔβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Ἀχαιοί ,
17.136 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·
17.137 πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε .
17.138 ταῦτα δ’ μ’ εἰρωτᾷς καὶ λίσσεαι , οὐκ ἂν ἐγώ γε
17.139 ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ’ ἀπατήσω ,
17.140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής ,
17.141 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ’ ἐπικεύσω .
17.142 φῆ μιν γ’ ἐν νήσῳ ἰδέειν κρατέρ’ ἄλγε’ ἔχοντα ,
17.143 νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
17.144 ἴσχει · δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι .
17.145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι ,
17.146 οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης
17.147 ὣς ἔφατ’ Ἀτρεΐδης , δουρικλειτὸς Μενέλαος .
17.148 ταῦτα τελευτήσας νεόμην · ἔδοσαν δέ μοι οὖρον