16.258 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
16.259 τοιγὰρ ἐγὼν ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·
16.260 καὶ φράσαι κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
16.261 ἀρκέσει , ἦέ τιν’ ἄλλον ἀμύντορα μερμηρίξω .
16.262 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.263 ἐσθλώ τοι τούτω γ’ ἐπαμύντορε , τοὺς ἀγορεύεις ,
16.264 ὕψι περ ἐν νεφέεσσι καθημένω · τε καὶ ἄλλοις
16.265 ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι .
16.266 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
16.267 οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
16.268 φυλόπιδος κρατερῆς , ὁπότε μνηστῆρσι καὶ ἡμῖν
16.269 ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος .
16.270 ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ’ ἠοῖ φαινομένηφιν
16.271 οἴκαδε , καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει ·
16.272 αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει ,
16.273 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι .
16.274 εἰ δέ μ’ ἀτιμήσουσι δόμον κάτα , σὸν δὲ φίλον κῆρ
16.275 τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο ,
16.276 ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
16.277 βέλεσι βάλλωσι · σὺ δ’ εἰσορόων ἀνέχεσθαι .
16.278 ἀλλ’ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων ,
16.279 μειλιχίοις ἐπέεσσι παραυδῶν · οἱ δέ τοι οὔ τι
16.280 πείσονται · δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ .
16.281 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
16.282 ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη ,
16.283 νεύσω μέν τοι ἐγὼ κεφαλῇ , σὺ δ’ ἔπειτα νοήσας
16.284 ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
16.285 ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
16.286 πάντα μάλ’ · αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
16.287 παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες ·