16.229 καί μ’ εὕδοντ’ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
16.230 κάτθεσαν εἰς Ἰθάκην , ἔπορον δέ μοι ἀγλαὰ δῶρα ,
16.231 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντήν .
16.232 καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται ·
16.233 νῦν αὖ δεῦρ’ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης ,
16.234 ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν .
16.235 ἀλλ’ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον ,
16.236 ὄφρ’ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί ·
16.237 καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
16.238 φράσσομαι , κεν νῶϊ δυνησόμεθ’ ἀντιφέρεσθαι
16.239 μούνω ἄνευθ’ ἄλλων , καὶ διζησόμεθ’ ἄλλους .
16.240 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.241 πάτερ , τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον ,
16.242 χεῖράς τ’ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν ·
16.243 ἀλλὰ λίην μέγα εἶπες · ἄγη μ’ ἔχει · οὐδέ κεν εἴη
16.244 ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι .
16.245 μνηστήρων δ’ οὔτ’ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ’ οἶαι ,
16.246 ἀλλὰ πολὺ πλέονες · τάχα δ’ εἴσεαι ἐνθάδ’ ἀριθμόν .
16.247 ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
16.248 κοῦροι κεκριμένοι , ἓξ δὲ δρηστῆρες ἕπονται ·
16.249 ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν ,
16.250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν ,
16.251 ἐκ δ’ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι ,
16.252 καί σφιν ἅμ’ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
16.253 καὶ δοιὼ θεράποντε , δαήμονε δαιτροσυνάων .
16.254 τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων ,
16.255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών .
16.256 ἀλλὰ σύ γ’ , εἰ δύνασαί τιν’ ἀμύντορα μερμηρίξαι ,
16.257 φράζευ , κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ .