16.144 οὐδ’ ἐπὶ ἔργα ἰδεῖν , ἀλλὰ στοναχῇ τε γόῳ τε
16.145 ἧσται ὀδυρόμενος , φθινύθει δ’ ἀμφ’ ὀστεόφι χρώς .
16.146 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.147 ἄλγιον , ἀλλ’ ἔμπης μιν ἐάσομεν , ἀχνύμενοί περ ·
16.148 εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι ,
16.149 πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ .
16.150 ἀλλὰ σύ γ’ ἀγγείλας ὀπίσω κίε , μηδὲ κατ’ ἀγροὺς
16.151 πλάζεσθαι μετ’ ἐκεῖνον · ἀτὰρ πρὸς μητέρα εἰπεῖν
16.152 ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
16.153 κρύβδην · κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι .
16.154 ῥα καὶ ὦρσε συφορβόν · δ’ εἵλετο χερσὶ πέδιλα ,
16.155 δησάμενος δ’ ὑπὸ ποσσὶ πόλινδ’ ἴεν . οὐδ’ ἄρ’ Ἀθήνην
16.156 λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός ,
16.157 ἀλλ’ γε σχεδὸν ἦλθε · δέμας δ’ ἤϊκτο γυναικὶ
16.158 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ .
16.159 στῆ δὲ κατ’ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα ·
16.160 οὐδ’ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ’ ἐνόησεν ,
16.161 οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς ,
16.162 ἀλλ’ Ὀδυσεύς τε κύνες τε ἴδον , καί ῥ’ οὐχ ὑλάοντο
16.163 κνυζηθμῷ δ’ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν .
16.164 δ’ ἄρ’ ἐπ’ ὀφρύσι νεῦσε · νόησε δὲ δῖος Ὀδυσσεύς ,
16.165 ἐκ δ’ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς ,
16.166 στῆ δὲ πάροιθ’ αὐτῆς · τὸν δὲ προσέειπεν Ἀθήνη ·
16.167 διογενὲς Λαερτιάδη , πολυμήχαν’ Ὀδυσσεῦ .
16.168 ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ’ ἐπίκευθε ,
16.169 ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ’ ἀραρόντε
16.170 ἔρχησθον προτὶ ἄστυ περικλυτόν · οὐδ’ ἐγὼ αὐτὴ
16.171 δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι .
16.172 καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ’ Ἀθήνη .