16.57 ἄττα , πόθεν τοι ξεῖνος ὅδ’ ἵκετο ; πῶς δέ ναῦται
16.58 ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο ;
16.59 οὐ μὲν γάρ τί πεζὸν ὀΐομαι ἐνθάδ’ ἱκέσθαι .
16.60 τὸν δ’ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
16.61 τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθέα πάντ’ ἀγορεύσω .
16.62 ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων ,
16.63 φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
16.64 πλαζόμενος · ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων .
16.65 νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
16.66 ἤλυθ’ ἐμὸν πρὸς σταθμόν , ἐγὼ δέ τοι ἐγγυαλίξω ·
16.67 ἔρξον ὅπως ἐθέλεις · ἱκέτης δέ τοι εὔχεται εἶναι .
16.68 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.69 Εὔμαι’ , μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες ·
16.70 πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ ;
16.71 αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
16.72 ἄνδρ’ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ ·
16.73 μητρὶ δ’ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ,
16.74 αὐτοῦ παρ’ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ ,
16.75 εὐνήν τ’ αἰδομένη πόσιος δήμοιό τε φῆμιν ,
16.76 ἤδη ἅμ’ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
16.77 μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν .
16.78 ἀλλ’ τοὶ τὸν ξεῖνον , ἐπεὶ τεὸν ἵκετο δῶμα ,
16.79 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά ,
16.80 δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα ,
16.81 πέμψω δ’ ὅππη μιν κραδίη θυμός τε κελεύει .
16.82 εἰ δ’ ἐθέλεις , σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας ·
16.83 εἵματα δ’ ἐνθάδ’ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα