16.29 ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον .
16.30 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.31 ἔσσεται οὕτως , ἄττα · σέθεν δ’ ἕνεκ’ ἐνθάδ’ ἱκάνω ,
16.32 ὄφρα σέ τ’ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω ,
16.33 μοι ἔτ’ ἐν μεγάροις μήτηρ μένει , ἦέ τις ἤδη
16.34 ἀνδρῶν ἄλλος ἔγημεν , Ὀδυσσῆος δέ που εὐνὴ
16.35 χήτει ἐνευναίων κάκ’ ἀράχνια κεῖται ἔχουσα .
16.36 τὸν δ’ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρῶν ·
16.37 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
16.38 σοῖσιν ἐνὶ μεγάροισιν · ὀϊζυραὶ δέ οἱ αἰεὶ
16.39 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ .
16.40 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος ·
16.41 αὐτὰρ γ’ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν .
16.42 τῷ δ’ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς ·
16.43 Τηλέμαχος δ’ ἑτέρωθεν ἐρήτυε φώνησέν τε ·
16.44 ἧσ’ , ξεῖν’ · ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
16.45 σταθμῷ ἐν ἡμετέρῳ · πάρα δ’ ἀνὴρ ὃς καταθήσει .
16.46 ὣς φάθ’ , δ’ αὖτις ἰὼν κατ’ ἄρ’ ἕζετο · τῷ δὲ συβώτης .
16.47 χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν ·
16.48 ἔνθα καθέζετ’ ἔπειτα Ὀδυσσῆος φίλος υἱός .
16.49 τοῖσιν δ’ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
16.50 ὀπταλέων , ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες ,
16.51 σῖτον δ’ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν ,
16.52 ἐν δ’ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον ·
16.53 αὐτὸς δ’ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο .
16.54 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
16.55 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
16.56 δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν ·