15.526 κίρκος , Ἀπόλλωνος ταχὺς ἄγγελος · ἐν δὲ πόδεσσι
15.527 τίλλε πέλειαν ἔχων , κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
15.528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο .
15.529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
15.530 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
15.531 Τηλέμαχ’ , οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
15.532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα .
15.533 ὑμετέρου δ’ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
15.534 ἐν δήμῳ Ἰθάκης , ἀλλ’ ὑμεῖς καρτεροὶ αἰεί .
15.535 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
15.536 αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη ·
15.537 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
15.538 ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι .
15.539 καὶ Πείραιον προσεφώνεε , πιστὸν ἑταῖρον ·
15.540 Πείραιε Κλυτίδη , σὺ δέ μοι τά περ ἄλλα μάλιστα
15.541 πείθῃ ἐμῶν ἑτάρων , οἵ μοι Πύλον εἰς ἅμ’ ἕποντο ·
15.542 καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
15.543 ἐνδυκέως φιλέειν καὶ τιέμεν , εἰς κεν ἔλθω .
15.544 τὸν δ’ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα ·
15.545 Τηλέμαχ’ , εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι ,
15.546 τόνδε τ’ ἐγὼ κομιῶ , ξενίων δέ οἱ οὐ ποθὴ ἔσται .
15.547 ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη , ἐκέλευσε δ’ ἑταίρους
15.548 αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι .
15.549 οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον .
15.550 Τηλέμαχος δ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ,
15.551 εἵλετο δ’ ἄλκιμον ἔγχος , ἀκαχμένον ὀξέϊ χαλκῷ ,
15.552 νηὸς ἀπ’ ἰκριόφιν · τοὶ δὲ πρυμνήσι’ ἔλυσαν .