15.497 καρπαλίμως , τὴν δ’ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς ·
15.498 ἐκ δ’ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσι’ ἔδησαν ·
15.499 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης ,
15.500 δεῖπνόν τ’ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον .
15.501 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
15.502 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων ·
15.503 ὑμεῖς μὲν νῦν ἄστυδ’ ἐλαύνετε νῆα μέλαιναν ,
15.504 αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας ·
15.505 ἑσπέριος δ’ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι .
15.506 ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην ,
15.507 δαῖτ’ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο .
15.508 τὸν δ’ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
15.509 πῆ γὰρ ἐγώ , φίλε τέκνον , ἴω ; τεῦ δώμαθ’ ἵκωμαι
15.510 ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν ;
15.511 ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο ;
15.512 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
15.513 ἄλλως μέν σ’ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
15.514 ἔρχεσθ’ · οὐ γάρ τι ξενίων ποθή · ἀλλὰ σοὶ αὐτῷ
15.515 χεῖρον , ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι , οὐδέ σε μήτηρ
15.516 ὄψεται · οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ’ ἐνὶ οἴκῳ
15.517 φαίνεται , ἀλλ’ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει .
15.518 ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο ,
15.519 Εὐρύμαχον , Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν ,
15.520 τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι ·
15.521 καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
15.522 μητέρ’ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν .
15.523 ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος , αἰθέρι ναίων ,
15.524 εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ .
15.525 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις ,