14.88 καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει .
14.89 οἵδε δὲ καί τι ἴσασι , θεοῦ δέ τιν’ ἔκλυον αὐδήν ,
14.90 κείνου λυγρὸν ὄλεθρον , ὅτ’ οὐκ ἐθέλουσι δικαίως
14.91 μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ’ , ἀλλὰ ἕκηλοι
14.92 κτήματα δαρδάπτουσιν ὑπέρβιον , οὐδ’ ἔπι φειδώ .
14.93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν ,
14.94 οὔ ποθ’ ἓν ἱρεύουσ’ ἱερήϊον , οὐδὲ δύ’ οἴω ·
14.95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες .
14.96 γάρ οἱ ζωή γ’ ἦν ἄσπετος · οὔ τινι τόσση
14.97 ἀνδρῶν ἡρώων , οὔτ’ ἠπείροιο μελαίνης
14.98 οὔτ’ αὐτῆς Ἰθάκης · οὐδὲ ξυνεείκοσι φωτῶν
14.99 ἔστ’ ἄφενος τοσσοῦτον · ἐγὼ δέ κέ τοι καταλέξω .
14.100 δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι · τόσα πώεα οἰῶν ,
14.101 τόσσα συῶν συβόσια , τόσ’ αἰπόλια πλατέ’ αἰγῶν
14.102 βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες .
14.103 ἐνθάδε δ’ αἰπόλια πλατέ’ αἰγῶν ἕνδεκα πάντα
14.104 ἐσχατιῇ βόσκοντ’ , ἐπὶ δ’ ἀνέρες ἐσθλοὶ ὄρονται .
14.105 τῶν αἰεί σφιν ἕκαστος ἐπ’ ἤματι μῆλον ἀγινεῖ ,
14.106 ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος .
14.107 αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε ,
14.108 καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω .
14.109 ὣς φάθ’ , δ’ ἐνδυκέως κρέα τ’ ἤσθιε πῖνέ τε οἶνον
14.110 ἁρπαλέως ἀκέων , κακὰ δὲ μνηστῆρσι φύτευεν .
14.111 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ ,
14.112 καί οἱ πλησάμενος δῶκε σκύφον , περ ἔπινεν ,
14.113 οἴνου ἐνίπλειον · δ’ ἐδέξατο , χαῖρε δὲ θυμῷ ,
14.114 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
14.115 φίλε , τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν ,