11.177 εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε ,
11.178 ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
11.179 ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος .
11.180 ὣς ἐφάμην , δ’ αὐτίκ’ ἀμείβετο πότνια μήτηρ ·
11.181 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
11.182 σοῖσιν ἐνὶ μεγάροισιν · ὀιζυραὶ δέ οἱ αἰεὶ
11.183 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ .
11.184 σὸν δ’ οὔ πώ τις ἔχει καλὸν γέρας , ἀλλὰ ἕκηλος
11.185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
11.186 δαίνυται , ἃς ἐπέοικε δικασπόλον ἄνδρ’ ἀλεγύνειν ·
11.187 πάντες γὰρ καλέουσι . πατὴρ δὲ σὸς αὐτόθι μίμνει
11.188 ἀγρῷ , οὐδὲ πόλινδε κατέρχεται . οὐδέ οἱ εὐναὶ
11.189 δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ,
11.190 ἀλλ’ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ,
11.191 ἐν κόνι ἄγχι πυρός , κακὰ δὲ χροῒ εἵματα εἷται ·
11.192 αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ’ ὀπώρη ,
11.193 πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
11.194 φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί .
11.195 ἔνθ’ γε κεῖτ’ ἀχέων , μέγα δὲ φρεσὶ πένθος ἀέξει
11.196 σὸν νόστον ποθέων , χαλεπὸν δ’ ἐπὶ γῆρας ἱκάνει .
11.197 οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον ·
11.198 οὔτ’ ἐμέ γ’ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
11.199 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν ,
11.200 οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν , τε μάλιστα
11.201 τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν ·
11.202 ἀλλά με σός τε πόθος σά τε μήδεα , φαίδιμ’ Ὀδυσσεῦ ,
11.203 σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα .
11.204 ὣς ἔφατ’ , αὐτὰρ ἐγώ γ’ ἔθελον φρεσὶ μερμηρίξας
11.205 μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης .