10.320 ἔρχεο νῦν συφεόνδε , μετ’ ἄλλων λέξο ἑταίρων .
10.321 ὣς φάτ’ , ἐγὼ δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.322 Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων .
10.323 δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων ,
10.324 καί μ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
10.325 τίς πόθεν εἰς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
10.326 θαῦμά μ’ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθης ·
10.327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ’ ἀνέτλη ,
10.328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων .
10.329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν .
10.330 σύ γ’ Ὀδυσσεύς ἐσσι πολύτροπος , ὅν τέ μοι αἰεὶ
10.331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης ,
10.332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ .
10.333 ἀλλ’ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο , νῶι δ’ ἔπειτα
10.334 εὐνῆς ἡμετέρης ἐπιβείομεν , ὄφρα μιγέντε
10.335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν .
10.336 ὣς ἔφατ’ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
10.337 Κίρκη , πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι ,
10.338 μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους ,
10.339 αὐτὸν δ’ ἐνθάδ’ ἔχουσα δολοφρονέουσα κελεύεις
10.340 ἐς θάλαμόν τ’ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς ,
10.341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς .
10.342 οὐδ’ ἂν ἐγώ γ’ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς ,
10.343 εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
10.344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
10.345 ὣς ἐφάμην , δ’ αὐτίκ’ ἀπώμνυεν , ὡς ἐκέλευον .
10.346 αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
10.347 καὶ τότ’ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς .