10.292 φάρμακον ἐσθλόν , τοι δώσω , ἐρέω δὲ ἕκαστα .
10.293 ὁππότε κεν Κίρκη σ’ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ ,
10.294 δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.295 Κίρκῃ ἐπαῖξαι , ὥς τε κτάμεναι μενεαίνων .
10.296 δέ σ’ ὑποδείσασα κελήσεται εὐνηθῆναι ·
10.297 ἔνθα σὺ μηκέτ’ ἔπειτ’ ἀπανήνασθαι θεοῦ εὐνήν ,
10.298 ὄφρα κέ τοι λύσῃ θ’ ἑτάρους αὐτόν τε κομίσσῃ ·
10.299 ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι ,
10.300 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο ,
10.301 μή σ’ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ .
10.302 ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
10.303 ἐκ γαίης ἐρύσας , καί μοι φύσιν αὐτοῦ ἔδειξε .
10.304 ῥίζῃ μὲν μέλαν ἔσκε , γάλακτι δὲ εἴκελον ἄνθος ·
10.305 μῶλυ δέ μιν καλέουσι θεοί · χαλεπὸν δέ τ’ ὀρύσσειν
10.306 ἀνδράσι γε θνητοῖσι , θεοὶ δέ τε πάντα δύνανται .
10.307 Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
10.308 νῆσον ἀν’ ὑλήεσσαν , ἐγὼ δ’ ἐς δώματα Κίρκης
10.309 ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι .
10.310 ἔστην δ’ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο ·
10.311 ἔνθα στὰς ἐβόησα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς .
10.312 δ’ αἶψ’ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
10.313 καὶ κάλει · αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ .
10.314 εἷσε δέ μ’ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
10.315 καλοῦ δαιδαλέου · ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν ·
10.316 τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι , ὄφρα πίοιμι ,
10.317 ἐν δέ τε φάρμακον ἧκε , κακὰ φρονέουσ’ ἐνὶ θυμῷ .
10.318 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον , οὐδέ μ’ ἔθελξε ,
10.319 ῥάβδῳ πεπληγυῖα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·