8.443 αὐτὸς νῦν ἴδε πῶμα , θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλον ,
8.444 μή τίς τοι καθ’ ὁδὸν δηλήσεται , ὁππότ’ ἂν αὖτε
8.445 εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ .
8.446 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς ,
8.447 αὐτίκ’ ἐπήρτυε πῶμα , θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλεν
8.448 ποικίλον , ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη ·
8.449 αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
8.450 ἔς ῥ’ ἀσάμινθον βάνθ’ · δ’ ἄρ ἀσπασίως ἴδε θυμῷ
8.451 θερμὰ λοέτρ’ , ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν ,
8.452 ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο .
8.453 τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν .
8.454 τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ,
8.455 ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα ,
8.456 ἔκ ῥ’ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
8.457 ἤιε · Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
8.458 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
8.459 θαύμαζεν δ’ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα ,
8.460 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
8.461 χαῖρε , ξεῖν’ , ἵνα καί ποτ’ ἐὼν ἐν πατρίδι γαίῃ
8.462 μνήσῃ ἐμεῦ , ὅτι μοι πρώτῃ ζωάγρι’ ὀφέλλεις .
8.463 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς .
8.464 Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο ,
8.465 οὕτω νῦν Ζεὺς θείη , ἐρίγδουπος πόσις Ἥρης ,
8.466 οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ·
8.467 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
8.468 αἰεὶ ἤματα πάντα · σὺ γάρ μ’ ἐβιώσαο , κούρη .
8.469 ῥα καὶ ἐς θρόνον ἷζε παρ’ Ἀλκίνοον βασιλῆα ·
8.470 οἱ δ’ ἤδη μοίρας τ’ ἔνεμον κερόωντό τε οἶνον .