8.414 μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
8.415 τούτου , δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν .
8.416 ῥα καὶ ἀμφ’ ὤμοισι θέτο ξίφος ἀργυρόηλον .
8.417 δύσετό τ’ ἠέλιος , καὶ τῷ κλυτὰ δῶρα παρῆεν .
8.418 καὶ τά γ’ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί ·
8.419 δεξάμενοι δ’ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
8.420 μητρὶ παρ’ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα .
8.421 τοῖσιν δ’ ἡγεμόνευ’ ἱερὸν μένος Ἀλκινόοιο ,
8.422 ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι .
8.423 δή ῥα τότ’ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο ·
8.424 δεῦρο , γύναι , φέρε χηλὸν ἀριπρεπέ’ , τις ἀρίστη ·
8.425 ἐν δ’ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα .
8.426 ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε , θέρμετε δ’ ὕδωρ ,
8.427 ὄφρα λοεσσάμενός τε ἰδών τ’ ἐὺ κείμενα πάντα
8.428 δῶρα , τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ’ ἔνεικαν ,
8.429 δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων .
8.430 καί οἱ ἐγὼ τόδ’ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω ,
8.431 χρύσεον , ὄφρ’ ἐμέθεν μεμνημένος ἤματα πάντα
8.432 σπένδῃ ἐνὶ μεγάρῳ Διί τ’ ἄλλοισίν τε θεοῖσιν .
8.433 ὣς ἔφατ’ , Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
8.434 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα .
8.435 αἱ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ ,
8.436 ἔν δ’ ἄρ’ ὕδωρ ἔχεαν , ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι .
8.437 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε , θέρμετο δ’ ὕδωρ ·
8.438 τόφρα δ’ ἄρ’ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
8.439 ἐξέφερεν θαλάμοιο , τίθει δ’ ἐνὶ κάλλιμα δῶρα ,
8.440 ἐσθῆτα χρυσόν τε , τά οἱ Φαίηκες ἔδωκαν ·
8.441 ἐν δ’ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα ,
8.442 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·